20.185
Ἀφικομένου δὲ εἰς τὴν Ἰουδαίαν Φήστου συνέβαινεν τὴν Ἰουδαίαν ὑπὸ τῶν λῃστῶν κακοῦσθαι τῶν κωμῶν ἁπασῶν ἐμπιπραμένων τε καὶ διαρπαζομένων.
20.186καὶ οἱ σικάριοι δὲ καλούμενοι, λῃσταὶ δέ εἰσιν οὗτοι, τότε μάλιστα ἐπλήθυον χρώμενοι ξιφιδίοις παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπικαμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις, ἀφʼ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον πολλοὺς ἀναιροῦντες.
20.187ἀναμιγνύμενοι γὰρ ἐν ταῖς ἑορταῖς, καθὼς καὶ πρότερον εἴπομεν, τῷ πλήθει τῶν πανταχόθεν εἰς τὴν πόλιν ἐπὶ τὴν εὐσέβειαν συρρεόντων οὓς βουληθεῖεν ῥᾳδίως ἀπέσφαττον, πολλάκις δὲ καὶ μεθʼ ὅπλων ἐπὶ τὰς κώμας τῶν ἐχθρῶν ἀφικόμενοι διήρπαζον καὶ ἐνεπίμπρασαν.
20.188πέμπει δὲ Φῆστος δύναμιν ἱππικήν τε καὶ πεζικὴν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος ἀνθρώπου γόητος σωτηρίαν αὐτοῖς ἐπαγγελλομένου καὶ παῦλαν κακῶν, εἰ βουληθεῖεν ἕπεσθαι μέχρι τῆς ἐρημίας αὐτῷ, καὶ αὐτόν τε ἐκεῖνον τὸν ἀπατήσαντα καὶ τοὺς ἀκολουθήσαντας διέφθειραν οἱ πεμφθέντες.
20.189
Κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ βασιλεὺς Ἀγρίππας ᾠκοδομήσατο μεγέθει διαφέρον οἴκημα ἐν τῷ βασιλείῳ ἐν Ἱεροσολύμοις πλησίον τοῦ ξυστοῦ.
20.190τὸ δὲ βασίλειον ἐγεγόνει πάλαι ὑπὸ τῶν Ἀσαμωναίου παίδων, ἐφʼ ὑψηλοῦ δὲ τόπου κείμενον τοῖς κατοπτεύειν ἀπʼ αὐτοῦ βουλομένοις τὴν πόλιν ἐπιτερπεστάτην παρεῖχεν τὴν θέαν, ἧς ἐφιέμενος ὁ βασιλεὺς ἐκεῖθεν ἀφεώρα κατακείμενος τὰ κατὰ τὸ ἱερὸν πρασσόμενα.